• οἱ μετὰ Ἀλέξανδρον ποιηταί (feat. Josef Chlachula)
    May 3 2024

    διαλέγομαι τῷ Ἰωσὴφ περὶ τῶν μετὰ Ἀλέξανδρον ποιητῶν, οἷον· Καλλιμάχου, Κλεάνθους, Θεοκρίτου, Ἀσκληπιάδου.


    ΛΟΓΟΙ

    Καλλιμάχου Αἴτια (23-28)

    μέμνεό μοι, φίλ᾽] ἀοιδέ, τὸ μὲν θύος ὅττι πάχιστον

    θρέψαι, τὴ]ν Μοῦσαν δ᾽ ὠγαθὲ λεπταλέην·

    πρὸς δέ σε] καὶ τόδ᾽ ἄνωγα, τὰ μὴ πατέουσιν ἅμαξαι

    τὰ στείβε]ιν, ἑτέρων δ᾽ ἴχνια μὴ καθ᾽ ὁμά

    δίφρον ἐλ]ᾶν μηδ᾽ οἷμον ἀνὰ πλατὺν, ἀλλὰ κελεύθους

    ἀτρίπτο]υς, εἰ καὶ στεινοτέρην ἐλάσεις.


    Κλεάνθους εἰς Δία (1-3)

    Κύδιστ' ἀθανάτων, πολυώνυμε παγκρατὲς αἰεί,

    Ζεῦ φύσεως ἀρχηγέ, νόμου μετὰ πάντα κυβερνῶν,

    χαῖρε· σὲ γὰρ καὶ πᾶσι θέμις θνητοῖσι προσαυδᾶν.

    ἀμφήκη πυρόεντα ἀειζώοντα κεραυνόν·

    ἀλλὰ Ζεῦ πάνδωρε κελαινεφὲς ἀρχικέραυνε,


    Θεοκρίτου Κύκλωψ (19-21)

    ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ' ἀποβάλλῃ,

    λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,

    μόσχω γαυροτέρα, φιαρωτέρα ὄμφακος ὠμᾶς;


    (30-32)

    γινώσκω, χαρίεσσα κόρα, τίνος οὕνεκα φεύγεις·

    οὕνεκά μοι λασία μὲν ὀφρὺς ἐπὶ παντὶ μετώπῳ

    ἐξ ὠτὸς τέταται ποτὶ θώτερον ὦς μία μακρά,


    Ἀσκληδπίαδου πρῶτον ἐπίγραμμα

    ἡδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις

    ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον·

    ἥδιον δ᾽ ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας

    χλαῖνα καὶ αἰνῆται Κύπρις ὑπ᾽ ἀμφοτέρων.


    Mostra di più Mostra meno
    35 min
  • οἱ γυμνοσοφισταί
    Mar 23 2024

    σοφοὶ ὑπάρχουσιν οὐ μόνον ἐν τῇ Ἑλλάδι ἀλλὰ καὶ έν ἄλλαις χώραις· τήμερον οὖν ἀναγνώσομαι ὑμῖν περὶ τῶν τῆς Ἰνδικῆς φιλοσόφων οἳ ἦσαν οὐ μόνον σοφοὶ ἀλλὰ καὶ γυμνοί· βαβαί!

    Text:

    Palladius, De gentibus Indiae et Bragmanibus

    ἔλεγεν οὖν οὗτος ὅτι οἱ Βραγμᾶνες ἔθνος ἐστὶν οὐ προαιρέσει ἀποτασσόμενον ὡς οἱ μοναχοί, ἀλλ’ ἔλαχον τὸν κλῆρον τοῦτον ἄνωθεν καὶ ἐκ θεοῦ κριμάτων, τὴν τοῦ ποταμοῦ παροικίαν, φυσικῶς ἐν γυμνότητι διαζῶντες. παρ’ οἷς οὐδὲν τετράποδον ὑπάρχει, οὐ γεώργιον, οὐ σίδηρος, οὐκ οἰκοδομή, οὐ πῦρ, οὐκ ἄρτος, οὐκ οἶνος, οὐχ ἱμάτιον, […]. ἔχουσι δὲ ἀέρα λιγυρόν τε καὶ εὔκρατον καὶ πάνυ κάλλιστον. σεβόμενοι τὸν θεὸν […] εὔχονται ἀδιαλείπτως. […] ἐσθίουσι δὲ τὰ παρατυγχάνοντα ἀκρόδρυα καὶ λαχάνων τὰ ἄγρια, ὅσα ἡ γῆ ἐκφύει αὐτομάτως, καὶ ὕδωρ πίνουσι, νομάδες ὄντες ἐν ὕλαις ἐπὶ φύλλοις ἀναπαυόμενοι […]

    καὶ οἱ μὲν ἄνδρες εἰς τὸ μέρος τοῦ Ὠκεανοῦ ἐκεῖθεν τοῦ ποταμοῦ τοῦ Γάγγου παροικοῦσιν· […] αἱ δὲ γυναῖκες αὐτῶν εἰσιν ἐντεῦθεν τοῦ Γάγγου ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. περαιοῦνται δὲ οἱ ἄνδρες πρὸς τὰς γυναῖκας Ἰουλίῳ καὶ Αὐγούστῳ μηνί· […] καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν τεσσαράκοντα ἡμέρας αὖθις ἀντιπερῶσιν. γεννησάσης μέντοι τῆς γυναικὸς δύο παιδία οὐκέτι ὁ ἀνὴρ περᾷ πρὸς τὴν ἑαυτοῦ γυναῖκα κοινωνίας χάριν. […] αὕτη τῶν Βραγμάνων ἐστὶν ἡ πολιτεία.


    Mostra di più Mostra meno
    30 min
  • ὁ τοῦ μάγου μαθητής (feat. Diana Pont Puig)
    Mar 13 2024
    ἡ Ἀρτεμισία καὶ ἡ Ἰέννι ἀναγνώσονται μυθίδιόν τι ἐκ τοῦ Φιλοψευδοῦς τοῦ Λουκιανοῦ. Texts: Suda: Λουκιανός, Σαμοσατεύς, ὁ ἐπικληθεὶς βλάσφημος ἢ δύσφημος ὅτι ἐν τοῖς διαλόγοις αὐτοῦ γελοῖα εἶναι καὶ τὰ περὶ τῶν θείων εἰρημένα παρατίθεται. γέγονε δὲ ἐπὶ τοῦ Καίσαρος Τραιανοῦ καὶ ἐπέκεινα. ἦν δὲ οὗτος τοπρὶν δικηγόρος ἐν Ἀντιοχείᾳ τῆς Συρίας, δυσπραγήσας δ’ ἐν τούτῳ ἐπὶ τὸ λογογραφεῖν ἐτράπη καὶ γέγραπται αὐτῷ ἄπειρα. τελευτῆσαι δὲ αὐτὸν λόγος ὑπὸ κυνῶν, ἐπεὶ κατὰ τῆς ἀληθείας ἐλύττησεν· καὶ αὐτὸν βλασφημεῖ τὸν Χριστὸν ὁ παμμίαρος. διὸ καὶ τῆς λύττης ποινὰς ἀρκούσας ἐν τῷ παρόντι δέδωκεν, ἐν δὲ τῷ μέλλοντι κληρονόμος τοῦ αἰωνίου πυρὸς μετὰ τοῦ Σατανᾶ γενήσεται. Photius: Ἀνεγνώσθη Λουκιανοῦ καὶ νεκρικοὶ καὶ ἑταιρικοὶ διάλογοι διάφοροι, καὶ ἕτεροι διαφόρων ὑποθέσεων λόγοι, ἐν οἷς σχεδὸν ἅπασι τὰ τῶν Ἑλλήνων κωμῳδεῖ, τήν τε τῆς θεοπλαστίας αὐτῶν πλάνην καὶ μωρίαν καὶ τὴν εἰς ἀσέλγειαν ἄσχετον ὁρμὴν καὶ ἀκρασίαν, καὶ τῶν ποιητῶν αὐτῶν τὰς τερατώδεις δόξας καὶ ἀναπλάσεις, καὶ τὸν ἐντεῦθεν πλάνον τῆς πολιτείας, καὶ τῶν φιλοσόφων αὐτῶν τὸ φιλόκομπον ἦθος. ἁπλῶς κωμῳδία τῶν Ἑλλήνων ἐστὶν αὐτῷ ἡ σπουδὴ ἐν λόγῳ πεζῷ. Lucian, True Stories Ὥσπερ τοῖς ἀθλητικοῖς καὶ περὶ τὴν τῶν σωμάτων ἐπιμέλειαν ἀσχολουμένοις οὐ τῆς εὐεξίας μόνον οὐδὲ τῶν γυμνασίων φροντίς ἐστιν, ἀλλὰ καὶ τῆς κατὰ καιρὸν γινομένης ἀνέσεως ‑ μέρος γοῦν τῆς ἀσκήσεως τὸ μέγιστον αὐτὴν ὑπολαμβάνουσιν ‑ οὕτω δὴ καὶ τοῖς περὶ τοὺς λόγους ἐσπουδακόσιν ἡγοῦμαι προσήκειν μετὰ τὴν πολλὴν τῶν σπουδαιοτέρων ἀνάγνωσιν ἀνιέναι τε τὴν διάνοιαν Lucian, Philopseudes: ἐπειδὴ δὲ ἔλθοιμεν εἴς τι καταγώγιον, λαβὼν ἂν ὁ ἀνὴρ ἢ τὸν μοχλὸν τῆς θύρας ἢ τὸ κόρηθρον ἢ καὶ τὸ ὕπερον περιβαλὼν ἱματίοις ἐπειπών τινα ἐπῳδὴν ἐποίει βαδίζειν, τοῖς ἄλλοις ἅπασιν ἄνθρωπον εἶναι δοκοῦντα. τὸ δὲ ἀπιὸν ὕδωρ τε ἐμπίπλη καὶ ὠψώνει καὶ ἐσκεύαζεν καὶ πάντα δεξιῶς ὑπηρέτει καὶ διηκονεῖτο ἡμῖν· εἶτα ἐπειδὴ ἅλις ἔχοι τῆς διακονίας, αὖθις κόρηθρον τὸ κόρηθρον ἢ ὕπερον τὸ ὕπερον ἄλλην ἐπῳδὴνἐπειπὼν ἐποίει ἄν. “Τοῦτο ἐγὼ πάνυ ἐσπουδακὼς οὐκ εἶχον ὅπως ἐκμάθοιμι παρ’ αὐτοῦ· ἐβάσκαινε γάρ, καίτοι πρὸς τὰ ἄλλα προχειρότατος ὤν. μιᾷ δέ ποτε ἡμέρᾳ λαθὼν ἐπήκουσα τῆς ἐπῳδῆς, ἦν δὲ τρισύλλαβος σχεδόν, ἐν σκοτεινῷ ὑποστάς. καὶ ὁ μὲν ᾤχετο εἰς τὴν ἀγορὰν ἐντειλάμενος τῷ ὑπέρῳ ἃ ἔδει ποιεῖν. ἐγὼ δὲ εἰς τὴν ὑστεραίαν ἐκείνου τι κατὰ τὴν ἀγορὰν πραγματευομένου λαβὼν τὸ ὕπερον σχηματίσας ὁμοίως, ἐπειπὼν τὰς συλλαβάς, ἐκέλευσα ὑδροφορεῖν. ἐπεὶ δὲ ἐμπλησάμενον τὸν ἀμφορέα ἐκόμισε, ‘Πέπαυσο,’ ἔφην, ‘καὶ μηκέτι ὑδροφόρει, ἀλλ’ ἴσθι αὖθις ὕπερον·’ τὸ δὲ οὐκέτι μοι πείθεσθαι ἤθελεν, ἀλλ’ ὑδροφόρει ἀεί, ἄχρι δὴ ...
    Mostra di più Mostra meno
    42 min
  • ἡ μάχη τῶν γεράνων
    Feb 14 2024

    οἱ γέρανοι δοκοῦσιν εἶναι ὄρνιθες πρᾶοι· ἀλλὰ φυλάττεσθε! μάχιμοι γάρ εἰσιν, ὡς μαθήσεσθε ἐν τούτῳ τῷ ἀκoύσματι.

    Texts from this episode:

    Homer, Ilias 3.2-7:

    Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὣς

    ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·

    αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον

    κλαγγῇ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων    

    ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·

    ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.

     

    Scholia in Homeri Iliadem:

    [Πυγμαῖοι] Ἔστι δὲ ἔθνος γεωργικὸν, ἀνθρώπων μικρῶν, κατοικούντων εἰς τὰ ἀνωτάτω μέρη τῆς Αἰγυπτιακῆς γῆς, πλησίον τοῦ Ὠκεανοῦ, ὅπερ πολεμεῖ ταῖς γεράνοις, φασὶ, βλαπτούσαις αὐτῶν τὰ σπέρματα, καὶ λιμὸν ποιούσαις τῇ χώρᾳ. 

    Mostra di più Mostra meno
    16 min
  • τίς ἦν ὁ Πήγασος;
    Feb 7 2024

    διαλεξόμεθα περὶ τοῦ Πεγάσου ὃν πολλοὶ νομίζουσιν εἶναι ἵππον ὑπόπτερον· τί δὲ ἦν ἀληθῶς; σκεψώμεθα!


    In this episode I will read the following text:


    Παλαιφάτου Περι ἀπίστων (Palaephatus, De incredibilibus)


    28. [Περὶ Βελλεροφόντου.]


    Φασὶν ὅτι Βελλεροφόντην ὑπόπτερος ἵππος Πήγασος ἔφερεν. ἐμοὶ δὲ τοῦτο ἵππος οὐδέποτε δοκεῖ δύνασθαι, οὐδ᾽ εἰ πάντα τὰ τῶν πτηνῶν πτερὰ λάβοι· εἰ γὰρ ἦν ποτε τοιοῦτον ζῷον, καὶ νῦν ἂν ἦν. τοῦτον δέ φασι καὶ τὴν Ἀμισωδάρου Χίμαιραν | ἀνελεῖν· ἦν δὲ ἡ Χίμαιρα

    πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα.

    ἔνιοι δὲ δοκοῦσι τοιοῦτον γενέσθαι θηρίον τρεῖς ἔχον κεφαλάς, σῶμα δὲ ἕν. ἀδύνατον δὲ ὄφιν καὶ λέοντα καὶ αἶγα ὁμοίᾳ τροφῇ χρῆσθαι· καὶ τὸ θνητὴν ἔχον φύσιν πῦρ ἀποπνεῖν, εὔηθες. ποίᾳ δὲ τῶν κεφαλῶν τὸ σῶμα ἐπηκολούθει; τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Βελλεροφόντης ἦν φυγὰς ἀνήρ, τὸ γένος Κορίνθιος, καλὸς κἀγαθός. κατασκευάσας δὲ πλοῖον μακρὸν ἐληίζετο τὰ παραθαλάσσια χωρία πλέων καὶ ἐπόρθει. ὄνομα δὲ ἦν τῷ πλοίῳ Πήγασος (ὡς καὶ νῦν ἕκαστον τῶν πλοίων ὄνομα ἔχει· ἐμοὶ δὲ δοκεῖ πλοίῳ μᾶλλον ἢ ἵππῳ ὄνομα κεῖσθαι Πήγασος). βασιλεὺς δὲ Ἀμισώδαρος ᾤκει ἐπὶ τῷ Ξάνθῳ ποταμῷ ὄρος τι ὑψηλόν, ἐξ οὗ ἡ Τελμισσὶς ὕλη προσκέχωσται, πρὸς ὃ δὴ ὄρος προσβάσεις εἰσὶ δύο, <ἡ> μὲν ἔμπροσθεν ἐκ πόλεως τῆς Ξανθίων, ἡ δὲ ὄπισθεν <ἐκ> τῆς Καρίας· τὰ δὲ ἄλλα κρημνοὶ ὑψηλοί, ἐν δὲ μέσῳ αὐτῶν χάσμα ἐστὶ τῆς γῆς μέγα, ἐξ οὗ δὴ καὶ πῦρ ἀναφέρεται. τούτῳ τῷ ὄρει ὄνομά ἐστι Χίμαιρα. τότε δὲ ἦν, ὡς λέγουσιν οἱ προσχώριοι, κατὰ μὲν τὴν πρόσθεν | πρόσβασιν λέων οἰκῶν, κατὰ δὲ τὴν ὄπισθεν δράκων, οἳ δὴ καὶ ἐσίνοντο τοὺς ὑλοτόμους καὶ νομέας. τότε δὲ δὴ Βελλεροφόντης ἐλθὼν τὸ ὄρος ἐνέπρησε, καὶ ἡ Τελμισσὶς κατεκάη καὶ τὰ θηρία ἀπώλετο. ἔλεγον οὖν οἱ προσχώριοι “Βελλεροφόντης ἀφικόμενος μετὰ τοῦ Πηγάσου τὴν Ἀμισωδάρου Χίμαιραν ἀπώλεσε”. τούτου γενομένου προσανεπλάσθη ὁ μῦθος.

    Mostra di più Mostra meno
    25 min
  • Αἰσχύλου Ἀγαμέμνων (with Karolina Doušová)
    Jan 31 2024
    ἐν τούτῳ τῷ ἀκoύσματι διαλέγομαι τῇ Καρολίνῃ περὶ καλλίστου δράματος τοῦ Αἰσχύλου· περὶ τοῦ "Ἀγαμέμνονος". In this episode, we will read the following texts: 1) About Aeschylus: Suidas. Αἰσχύλος, Ἀθηναῖος, τραγικός, υἱὸς μὲν Εὐφορίωνος, ἀδελφὸς δὲ Ἀμενίου, Εὐφορίωνος καὶ Κυναιγείρου, τῶν εἰς Μαραθῶνα ἀριστευ- σάντων ἅμα αὐτῷ. ἔσχε δὲ καὶ υἱοὺς τραγικοὺς δύο, Εὐφορίωνα καὶ Εὐαίωνα. ἠγωνίζετο δὲ αὐτὸς ἐν τῇ θʹ Ὀλυμπιάδι ἐτῶν ὢν κεʹ. οὗτος πρῶτος εὗρε προσωπεῖα δεινὰ χρώμασι κεχρισμένα ἔχειν τοὺς τραγικοὺς καὶ ταῖς ἀρβύλαις τοῖς καλουμένοις ἐμβάταις κεχρῆσθαι. ἔγραψε δὲ καὶ ἐλεγεῖα καὶ τραγῳδίας ϟʹ· νίκας δὲ εἷλεν ηʹ καὶ κʹ, οἱ δὲ τρισκαίδεκά φασι. φυγὼν δὲ εἰς Σικελίαν διὰ τὸ πεσεῖν τὰ ἰκρία ἐπιδεικνυμένου αὐτοῦ, χελώνης ἐπιρριφείσης αὐτῷ ὑπὸ ἀετοῦ φέροντος κατὰ τῆς κεφαλῆς, ἀπώλετο ἐτῶν νηʹ γενόμενος. 2) The plot of the "Agamemnon": Scholia vetera in Aeschyli Agamemnonem Ἀγαμέμνονος ὑπόθεσις Ἀγαμέμνων εἰς Ἴλιον ἀπιὼν τῆι Κλυταιμήστραι, εἰ πορθήσοι τὸ Ἴλιον, ὑπέσχετο τῆς αὐτῆς ἡμέρας σημαίνειν διὰ πυρσοῦ. ὅθεν σκοπὸν ἐκάθισεν ἐπὶ μισθῶι Κλυταιμήστρα ἵνα τηροίη τὸν πυρσόν. καὶ ὁ μὲν ἰδὼν ἀπήγγειλεν, αὐτὴ δὲ τῶν πρεσβυτῶν ὄχλον μεταπέμπεται περὶ τοῦ πυρσοῦ ἐροῦσα ἐξ ὧν καὶ ὁ χορὸς συνίσταται· οἵτινες ἀκούσαντες παιανίζουσιν. μετ’ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται καὶ τὰ κατὰ τὸν πλοῦν διηγεῖται. Ἀγαμέμνων δ’ ἐπὶ ἀπήνης ἔρχεται· εἵπετο δ’ αὐτῶι ἑτέρα ἀπήνη, ἔνθα ἦν τὰ λάφυρα καὶ ἡ Κασσάνδρα. αὐτὸς μὲν οὖν προεισέρχεται εἰς τὸν οἶκον σὺν τῆι Κλυταιμήστραι, Κασσάνδρα δὲ προμαντεύεται, πρὶν εἰς τὰ βασίλεια εἰσελθεῖν, τὸν ἑαυτῆς καὶ τοῦ Ἀγαμέμνονος θάνατον καὶ τὴν ἐξ Ὀρέστου μητροκτονίαν καὶ εἰσπηδᾶι ὡς θανουμένη, ῥίψασα τὰ στέμματα. τοῦτο δὲ τὸ μέρος τοῦ δράματος θαυμάζεται ὡς ἔκπληξιν ἔχον καὶ οἶκτον ἱκανόν. ἰδίως δὲ Αἰσχύλος τὸν Ἀγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι ποιεῖ, τὸν δὲ Κασσάνδρας σιωπή- σας θάνατον νεκρὰν αὐτὴν ὑπέδειξεν, πεποίηκέν τε Αἴγισθον καὶ Κλυταιμήστραν ἑκάτερον διισχυριζόμενον περὶ τῆς ἀναιρέσεως ἑνὶ κε- φαλαίωι, τὴν μὲν τῆι ἀναιρέσει Ἰφιγενείας, τὸν δὲ ταῖς τοῦ πατρὸς Θυέστου ἐξ Ἀτρέως συμφοραῖς. ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλο- κλέους ὀλυμπιάδι ὀγδοηκοστῆι ἔτει βʹ. πρῶτος Αἰσχύλος Ἀγαμέμνονι, Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυρικῶι. ἐχορήγει Ξενοκλῆς Ἀφιδναῖος. 3) The beginning of the "Agamemnon": ΠΡΟΛΟΓΟΣ ΦΥΛΑΞ Θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων, φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν. καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον, αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν ἁλώσιμόν τε βάξιν· ὧδε ...
    Mostra di più Mostra meno
    39 min
  • Δημόκριτος, ὁ γελασῖνος
    Jan 24 2024

    ὁ Δημόκριτος καλεῖται ὁ Γελασῖνος, τουτέστιν· ὁ γελῶν. διὰ τί δὲ οὕτως καλεῖται; καὶ πῶς, ἀεὶ γελῶν, ἐξεῦρεν ὁ Δημόκριτος ὅτι πάντα σύγκειται ἐξ ἀτόμων; σκεψώμεθα!

    Texts for this episode:

    Diogenes Laertius, Life of Democritus

    https://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0257%3Abook%3D9%3Achapter%3D7

    Letters of Hippocrates

    https://scaife.perseus.org/reader/urn:cts:greekLit:tlg0627.tlg055.1st1K-grc1:10/


    Mostra di più Mostra meno
    27 min
  • Ἡράκλειτος, ὁ κλαίων φιλόσοφος
    Jan 16 2024

    πάντες γιγνώσκομεν τὸ "πάντα ῥεῖ" τοῦ Ἡρακλείτου. τίς δ' ἦν οὗτος ὁ φιλόσοφος; τί ἐδίδαξεν; καὶ διὰ τί καλεῖται ὁ κλαίων; σκεψώμεθα!

    Mostra di più Mostra meno
    24 min